VI A 10

VI A 10 AEL. ARISTID. de rhet. I 63 [= orat. XLV, II p. 20 D.]:
Αἰσχίνης ὁ τοῦ Πλάτωνος συμφοιτητὴς. [cf. infra VI A 53]. ibid. I 66 [= orat. XLV, II p. 21 D]: περί γε μὴν τούτου τοῦ μέρους οὐκέτ' ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι, ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν, οὐδέ μοι [scil. Aristidi ipsi] νεμεσήσει δήπουθεν οὔτ' Αἰσχίνης ὁ Λυσανίου οὔτε ἄλλος οὐδεὶς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρ' ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας.
AEL. ARISTID. de quatt. 348 [ = orat. XLVI, II p. 292 D.]:
Αἰσχίνης ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής.