I C 10

I C 10 THEODORET. graec. aff. cur. II 26-31:
ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι˙ ἀλλ' οὗτος ἐκ λιθοκόπου μὲν ἔφυ πατρός, ἐπὶ πλεῖστον δὲ τὴν πατρῴαν μετελήλυθε τέχνην. (27) καὶ τοῦτο πολλοὶ μὲν εἰρήκασι καὶ ἄλλοι, καὶ ὁ Πορφύριος δὲ ἐν τῷ τρίτῳ τῆς Φιλοσόφου τοῦτο ἱστορίας [fr. XI pp. 9-10 Nauck] ξυνέγραψεν˙ ἔφη δὲ οὕτως˙ "λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιωμένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυθευμένα ἐπ' ὀλίγον φυλοκρινοῦντες, καταλιπόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο ξὺν τῷ πατρὶ τὴν λιθοκοπικὴν τέχνην, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος. οὐδὲν γὰρ ἐνέκοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν πρὸς ὀλίγον χρόνον ἐργασθέν. εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον˙ καθάριος γὰρ ἡ τέχνη καὶ οὐ πρὸς ὀνείδους˙" (28) καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας˙ εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον. ἀλλ' ἴσως τὴν μὲν πρώτην ἡλικίαν λιθουργῶν διετέλεσεν, ὕστερον δέ, λόγων ποιητικῶν καὶ ῥητορικῶν ἐρασθείς, παιδείας μετέλαχεν. (29) ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν˙ πᾶν γὰρ τοὐναντίον εἶπεν ὁ Πορφύριος˙ λέγει δὲ οὕτως˙ "εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἁπλῶς εἰπεῖν˙ σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι, ἀλλ' εἶναι γελοῖον, ὁπότε τι δέοι ἢ γράψαι ἢ ἀναγνῶναι, βατταρίζοντα ὥσπερ τὰ παιδία." [.....] (31) ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν. καὶ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ Ἀρίστωνος ἀρνηθείη. πῶς γάρ, ὅ γε πάντας ὅσους ὤδινε λόγους ἐκείνῳ προσαναθείς τε καὶ προσαρμόσας καὶ τῆς ἐκείνου διανοίας ἐκγόνους εἶναι παρασκευάσας νομίζεσθαι; cf.
LUCIAN. somn. 12:
[Philosophia loquitur] ὁ δὲ Σωκράτης καὶ αὐτὸς ὑπὸ τῇ Ἑρμογλυφικῇ ταύτῃ τραφείς, ἐπειδὴ τάχιστα συνῆκεν τοῦ κρείττονος καὶ δραπετεύσας παρ' αὐτῆς ηὐτομόλησεν ὡς ἐμέ, ἀκούεις ὡς παρὰ πάντων ᾄδεται.
MAXIM. TYR. philosoph. XXXVIII 7:
τὸν Σωκράτην αὐτὸν οἴει γενέσθαι [scil. ἀγατόν] τέχνῃ ἀγαθῇ, ἀλλ'οὐ θείᾳ μοίρᾳ; ἢ κατὰ μὲν τὴν τέχνην ἐγένετο ἂν λιθοξόος παῖς ἢ παρὰ πατρὸς λαβὼν τὸν κλῆρον˙ κατὰ δὲ τὴν τοῦ θεοῦ χειροτονίαν τὴν μὲν τέχνην διώσατο, τὴν δὲ ἀρετὴν ἐλάμβανεν.