V B 10

V B 10 IULIAN. orator. VII 7 p. 211 B-D:
εἰ δ', ὅπερ ὁ θεὸς ἔφη Διογένει, "τὸ νόμισμα παραχαράξας" ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο, τὸ "Γνῶθι σαυτόν", ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. τί δὲ εἶπεν ὁ θεός, ἆρ' ἴσμεν; ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. τὸ δὲ "Γνῶθι σαυτὸν" ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; πότερον ἐν τῇ τοῦ νομίσματος; ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ "παραχάραξον τὸ νόμισμα" διὰ τῆς τοῦ "Γνῶθι σαυτὸν" ἀποφάσεως; ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ' αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐθ' ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ', ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέος ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός; cf. IULIAN. orator. IX [ =VI] 12 p. 192 8-6 [= V B 95].