I G 11

I G 11 IUSTIN. cohort. ad Graec. 36:
εἰ δὲ ἡ τἀληθοῦς εὕρεσις ὅρος τις λέγεται παρ' αὐτοῖς φιλοσοφίας, πῶς οἱ τῆς ἀληθοῦς μὴ τυχόντες γνώσεως [3] τοῦ τῆς φιλοσοφίας ὀνόματός εἰσιν ἄξιοι; εἰ γὰρ ὁ τῶν παρ' ὑμῖν σοφῶν σοφώτατος Σωκράτης, ᾧ καὶ τὸ χρηστήριον ὑμῶν, ὡς αὐτοί φατε, μαρτυρεῖ λέγον˙
ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,
ὁμολογεῖ μηδὲν εἰδέναι, πῶς οἱ μετ' αὐτὸν καὶ τὰ ἐν οὐρανοῖς ἐπηγγέλλοντο εἰδέναι; Σωκράτης γὰρ ἑαυτὸν σοφὸν διὰ τοῦτ' εἰρῆσθαι ἔφη, ὅτι τῶν λοιπῶν ἀνθρώπων ἃ μὴ ἴσασι προσποιουμένων εἰδέναι αὐτὸς οὐκ ὤκνει [10] μηδὲν εἰδέναι ὁμολογεῖν. ἔφη γὰρ οὕτως˙ ἔοικα οὖν αὐτῷ τούτῳ τῷ σμικρῷ [11] σοφώτατος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. μηδεὶς δὲ οἰέσθω εἰρωνευόμενον ἄγνοιαν προσποιεῖσθαι Σωκράτη, ἐπειδὴ πολλάκις ἐν τοῖς διαλόγοις εἴωθε τοῦτο ποιεῖν˙ ἡ γὰρ τελευταία ῥῆσις τῆς ἀπολογίας, ἣν ἐπὶ τὸ δεσμωτήριον ἀπιὼν ἔφη, δηλοῖ μετὰ σπουδῆς αὐτὸν καὶ ἀληθείας τὴν [15] ἄγνοιαν ὁμολογεῖν. ἔφη γὰρ οὕτως˙ ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν τεθνηξομένῳ, ὑμῖν δὲ βιωσομένοις. ὁπότεροι δὲ ἡμῶν ἐπὶ τὸ ἄμεινον [17] πρᾶγμα ἔρχονται, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ. ἀλλὰ Σωκράτης μὲν ταύτην ὑστάτην ἐν τῷ Ἀρείῳ πάγῳ φωνὴν ἀφεὶς ἐπὶ τὸ δεσμωτήριον ὥρμησε, τῷ θεῷ μόνῳ τὴν τῶν παρ' ἡμῖν ἀδήλων πραγμάτων ἀναφέρων γνῶσιν, οἱ δὲ μετ' αὐτόν, μηδὲ τὰ ἐπὶ γῆς γνῶναι δυνάμενοι, τὰ ἐν οὐρανοῖς ὡς ἑωρακότες εἰδέναι ἐπαγγέλλονται.