IV H 11

IV H 11 ATHEN. XIII 611 A:
εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ Περὶ Σιμωνίδου [fr. 15 Koepke] οὐ προσίενται οὔτε <φιλοσοφίαν οὔτε> ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους˙ δι' οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς τὰ δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας˙[7] ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας <ἐξεκηρύχθη καὶ Πρωταγόρας> ἐφυγαδεύθη.