VI A 11

VI A 11 PLUTARCH. quom. adul. ab am. intern. 26 p. 67 D-E:
ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας˙ εἶθ' ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. "εἴ τινα αἴσθοιο, Διονύσιε, δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακόν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρ' ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα;" "πολλοῦ δέω" εἶπεν ὁ Διονύσιος "ὦ Πλάτων˙ δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν." "εἰ τοίνυν" εἶπεν ὁ Πλάτων "ἐπ' εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως;" ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς οὗτός ἐστιν, "Αἰσχίνης" εἶπεν "ἀνὴρ τῷ τε ἤθει παρ' ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν οἷς συνείη˙ πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται." ταῦθ' οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τῷ μὲν Πλάτωνι τὰς χεῖρας εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δ' Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι.