I H 11

NUMENIUS fr. 1 Leemans [ap. EUSEB. praep. evang. XIV 5, 5-6 p. 728 B-C]:
πολὺ μέντοι τούτων [scil. Stoicorum] πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης, καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ Ἐρετρικοὶ ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς οἱ διακούοντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι.