III A 11

III A 11 THEON. progymn. 3 p. 74, 21-75, 9:
κλιτέον δὲ τοὺς μύθους καὶ τὴν χρείαν εἴς τε τοὺς ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμελετητέον ταῖς αἰτιατικαῖς [. . . . .]. οὐκ ἀεὶ δὲ χρὴ καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προκειμένης πτώσεως ἀκολουθίᾳ, ἀλλ' ἔνια προσακτέον, καὶ μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ πτῶσιν, μεταβεβληκέναι δὲ ἐν τοῖς ἑξῆς εἰς ἑτέραν˙ ἐπιτερπέστερον γὰρ τούτου τὸ καὶ ποικίλον˙ ὁποῖός ἐστι καὶ παρὰ τῷ Σωκρατικῷ Φαίδωνι μῦθος ἐν τῷ Ζωπύρῳ˙ τὴν μὲν γὰρ ἀρχὴν ἀπὸ τῆς αἰτιατικῆς ἔχει. "φασὶ τοίνυν, ὦ Σώκρατες, τὸν νεώτατον βασιλέως υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνον˙" μικρὸν δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω˙ "καί μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεανίσκῳ ἤδη ὄντι ἀκολουθεῖν ὅπου βαδίζοι, ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς αὐτόν," καὶ τὰ ἑξῆς.