III F 11

DIOG. LAERT. II 131:
ἐπεὶ δ' ἥψατο [scil. Menedemus] τῆς πολιτείας, οὕτως ἦν ἀγωνιάτης ὥστε καὶ τὸν λιβανωτὸν τιθεὶς διήμαρτε τοῦ θυμιατηρίου. καί ποτε Κράτητος [cf. V H 35] περιισταμένου αὐτὸν καὶ καθαπτομένου εἰς τὸ ὅτι πολιτεύεται, ἐκέλευσέ τισιν εἰς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν˙ τὸν δὲ μηδὲν ἧττον τηρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν. [3 καὶ - 6 = [HESYCH. MILES.] de vir. illustr. 42].
DIOG. LAERT. VI 90-91:
ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς [scil. Crates Thebanus: cf. V H 37] - οἱ δέ, ἐν Κορίνθῳ ὑπ' Εὐθυκράτους - καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν [HOM. Il. Α 591],
ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.
Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, "ἔνδον Ἀσκληπιάδης." ἐφ' ᾧ δυσχεράναντα τὸν Μενέδημον ἕλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν.