[32] Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ἤδη γηραιός, μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν (II. 16-20). ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον τὰ μέλλοντα αὐτῷ˙ τό τε εὖ ἄρχεσθαι μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ˙ καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο [εἰδέναι]. τούς τε τὰ ἀώρια πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας ἐλθεῖν. καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, "τὸ μηδὲν ἄγαν," εἶπεν. ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι. [32] Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ἤδη γηραιός, μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον τὰ μέλλοντα αὐτῷ˙ τό τε εὖ [ἄρχεσθαι] μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ˙ καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο [εἰδέναι]. τούς τε τὰ πρώϊμα πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας ἐλθεῖν. καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, "τὸ μηδὲν ἄγαν," εἶπεν. ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι. [32] Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ὅτε καιρὸς 〈μηκέτι ἦν〉, μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. [11315] Ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. Ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον [1141] τὰ μέλλοντα αὐτῷ˙ τό τε εὖ μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ 〈γίνεσθαι〉˙ καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο, 〈τὸ μηδὲν〉 εἰδέναι. Τούς τε τὰ 〈ἀ〉ώρια πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας [1145] ἐλθεῖν. Καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, "Τὸ μηδὲν ἄγαν," εἶπεν. Ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι.