III F 12

III F 12 DIOG. LAERT. II 133-34:
ἦν [scil. Menedemus] δὲ καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια˙ ἐν οἷς καὶ ποιητῶν καὶ μουσικῶν. ἠσπάζετο δὲ καὶ Ἄρατον καὶ Λυκόφρονα τὸν τῆς τραγῳδίας ποιητὴν καὶ τὸν Ῥόδιον Ἀνταγόραν˙ μάλιστα δὲ πάντων Ὁμήρῳ προσεῖχεν˙ εἶτα καὶ τοῖς μελικοῖς˙ ἔπειτα Σοφοκλεῖ, καὶ δὴ καὶ Ἀχαιῷ, ᾧπερ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδίδου. ὅθεν καὶ πρὸς τοὺς ἀντιπολιτευομένους ταῦτα, φασί, προεφέρετο [Achaeus tragicus fr. 34 p. 755 N.2
ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς,
καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ.
(134) ταῦτα δ' ἐστὶν Ἀχαιοῦ ἐκ τῆς σατυρικῆς Ὀμφάλης˙ ὥστε πταίουσιν οἱ λέγοντες μηδὲν αὐτὸν ἀνεγνωκέναι πλὴν τῆς Μηδείας τῆς Εὐριπίδου, ἣν ἔνιοι Νεόφρονος εἶναι τοῦ Σικυωνίου φασίν. τῶν δὲ διδασκάλων τοὺς περὶ Πλάτωνα καὶ Ξενοκράτην, ἔτι τε Παραιβάτην τὸν Κυρηναῖον κατεφρόνει [cf. IV D 1] Στίλπωνα δ' ἐτεθαυμάκει [cf. II O 7]˙ καί ποτε [16] ἐρωτηθεὶς περὶ αὐτοῦ ἄλλο μὲν οὐδὲν εἶπε πλὴν ὅτι ἐλευθέριος. [1 ἦν - 2 συμπόσια; 5 Ὁμήρῳ - 12 Εὐριπίδου = [HESYCH. MILES.] de vir. illustr. 42].
SUID. s.v. Ἄρατος:
[. . . .] ἀκουστὴς δὲ ἐγένετο [. . . .] φιλοσόφου δὲ Τίμωνος καὶ Μενεδήμου, κτλ.