IV H 13

IV H 13 DIOG. LAERT. II 97-103:
οἱ δὲ Θεοδώρειοι κληθέντες τὴν μὲν ὀνομασίαν ἔσπασαν ἀπὸ Θεοδώρου τοῦ προγεγραμμένου [cf. II 86 = IV A 160] καὶ δόγμασιν ἐχρήσαντο τοῖς αὐτοῦ. ἦν δ' ὁ Θεόδωρος παντάπασιν ἀναιρῶν τὰς περὶ θεῶν δόξας˙ καὶ αὐτοῦ περιετύχομεν βιβλίῳ ἐπιγεγραμμένῳ Περὶ θεῶν, οὐκ εὐκαταφρονήτῳ˙ ἐξ οὗ φασιν Ἐπίκουρον λαβόντα τὰ πλεῖστα εἰπεῖν [fr. 391 Usener p. 259] (98) [7] ἤκουσε δὲ καὶ Ἀννικέριδος ὁ Θεόδωρος καὶ Διονυσίου τοῦ [8] διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς [508 F 5 F.Gr.Hist. III B p. 485]. τέλος δ' ὑπελάμβανε χαρὰν καὶ λύπην˙ τὴν μὲν ἐπὶ φρονήσει, τὴν δ' ἐπὶ ἀφροσύνῃ˙ ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτ' ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτ' ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι˙ τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν˙ οὐ γὰρ [16] ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας. (99) [17] εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ˙ μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπ' αὐτοῖς δόξης αἰρομένης ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς τε τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα˙ "ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρ' ὅσον γραμματική ἐστι;" "ναί." "καὶ παῖς καὶ νεανίσκος <γραμματικὸς> χρήσιμος ἂν εἴη παρ' ὅσον γραμματικός ἐστι;" "ναί." "οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρ' ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρ' ὅσον καλός ἐστι;" "ναί." "καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτ' ἂν εἴη χρήσιμος πρὸς ὃ καλός ἐστι;" "ναί." (100) "ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν." ὧν δεδομένων ἐπῆγεν˙ "οὐκοῦν εἴ τις πλησιασμῷ χρῷτο παρ' ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει˙ οὐδ' ἄρα εἰ κάλλει χρήσαιτο παρ' ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται." τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ. [31] δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος [cf. supra II O 13] αὐτὸν ἐρωτήσαντος οὕτως, "ἆρά γε, Θεόδωρε, ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;" ἐπινεύσαντος δέ, "φῂς δ' εἶναι θεόν;" τοῦ δ' ὁμολογήσαντος, "θεὸς εἶ ἄρα," ἔφη. δεξαμένου δ' ἀσμένως, γελάσας φησίν, "ἀλλ', ὦ μόχθηρε, τῷ λόγῳ [35] τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία." (101) ὁ δ' οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, "λέγε μοι", ἔφη, "Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια;" εἰπόντος δ' ἐκείνου, "οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες," "ἀσεβεῖς ἄρα," ἔφη, "καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος." καὶ μέντοι παρ' ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀχθῆναι πάγον, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς [fr. 43 Wehrli] αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δ' ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι [fr. 2 F.H.G. IV p.300] κώνειον αὐτὸν πιεῖν καταδικασθέντα. (102) διατρίβων δὲ παρὰ Πτολεμαίῳ τῷ Λάγου ἀπεστάλη ποθ' [44] ὑπ' αὐτοῦ πρὸς Λυσίμαχον πρεσβευτής. ὅτε καὶ παρρησιαζομένου φησὶν ὁ Λυσίμαχος, "λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ ἐκπεσὼν Ἀθήνηθεν;" καὶ ὅς, "ὀρθῶς ἀκήκοας˙ ἡ γὰρ τῶν Ἀθηναίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον, ἐξέβαλε." πάλιν δ' εἰπόντος τοῦ Λυσιμάχου, "βλέπε ὅπως μὴ παρέσῃ πρὸς ἡμᾶς ἔτι," "οὐκ ἄν," ἔφη, "ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ." Μίθρου δὲ τοῦ διοικητοῦ τοῦ Λυσιμάχου [50] παρεστῶτος καὶ εἰπόντος, "ἔοικας σὺ μὴ μόνον θεοὺς ἀγνοεῖν ἀλλὰ καὶ [51] βασιλέας," "πῶς, εἶπεν, ἀγνοῶ, ὅπου γε καὶ θεοῖς σε ἐχθρὸν εἶναι νομίζω;" φασὶ δέ ποτε ἐν Κορίνθῳ παρέρχεσθαι αὐτὸν συχνοὺς ἐπαγομένον [53] μαθητάς, Μητροκλέα δὲ τὸν κυνικὸν σκάνδικας πλύνοντα εἰπεῖν, "σὺ ὁ σοφιστὴς οὐκ ἂν τοσούτων ἔχρῃζες μαθητῶν, εἰ λάχανα ἔπλυνες˙" τὸν δ' ὑπολαβόντ' εἰπεῖν, "καὶ σὺ εἴπερ ἀνθρώποις ᾔδεις ὁμιλεῖν, οὐκ ἂν τούτοις τοῖς λαχάνοις ἐχρῶ." (103) τὸ ὅμοιον ἀναφέρεται, καθάπερ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον [cf. supra IV A 44]. Τοιοῦτος μὲν ὁ Θεόδωρος κἀν τούτοις. τελευταῖον δ' εἰς Κυρήνην [59] ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν˙ φησὶ γάρ, "καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες." Θεόδωροι δὲ γεγόνασιν εἴκοσι κτλ. [14 ἔλεγε δὲ καὶ εὔλογον [63] . . . . 52 εἶναι νομίζω =
ARSEN. p. 296, 22-298, 8
qui haec adiungit: ὁ αὐτὸς οὐδεμίαν ἱκανὴν πρόφασιν ἔφασκεν εἶναι τῷ σοφῷ πρὸς τὴν τοῦ βίου κατάλυσιν καὶ τό τε ἀκόλουθον οὕτως ἐρωτᾷ˙ τὸ γὰρ καταφρονοῦντα τῶν ἀνθρωπίνων συμπτωμάτων ὑπ' αὐτοῦ τοῦ ἐκ τοῦ Βίου γίνεσθαι].