VI A 13

VI A 13 DIOG. LAERT. II 61-63:
φασὶ δ' αὐτὸν δι' ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ' Ἀριστίππου [ = IV A 22] συσταθῆναι. δόντα δέ τινας τῶν διαλόγων δῶρα λαβεῖν [= [HESYCH. MILES.] de. vir. illustr. 3]. (62) ἔπειτ' ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ [6] Ἀρίστιππον. ἐμμίσθους δ' ἀκροάσεις ποιεῖσθαι εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις˙ διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπ' αὐτου˙
ἥ τ' Αἰσχίνου οὐκ ἀπιθὴς <ἲς>
γράψαι.
φασὶ δ' αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρ' ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. [. . .] (63) φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν Περὶ Διονύσιον [ = 559 F 1 F.Gr.Hist. III B pp. 568-9] ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος˙ ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας [17] τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατ' αὐτοῦ συνέγραψε λόγον, περὶ συκοφαντίας ἐπιγράψας˙ ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δ' αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς. cf.
DIOG. LAERT. II 55:
Τίμων δ' ἐπισκώπτει αὐτὸν [scil. Xenophontem] ἐν τούτοις˙ ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥτ' Αἰσχίνου οὐκ ἀπιθὴς <ἲς>
γράψαι.