IV H 14

IV H 14 [HESYCH. MILES.] de vir. illustr. 33:
Θεόδωρος ὁ κληθεὶς ἄθεος, εἶτα θεός, παντάπασιν ἀνῄρει τὰς περὶ θεῶν δόξας. τέλος δὲ ὑπελάμβανε χαρὰν καὶ λύπην, τὴν μὲν ἐπὶ φρονήσει, τὴν δὲ ἐπὶ ἀφροσύνῃ˙ ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις˙ μέσα δὲ ἡδονὴ καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτε ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτε ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι˙ τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον [μὴ] ἐξαγαγεῖν ὑπὲρ τῆς πατρίδος ἑαυτόν, οὐ γὰρ ἀποβάλλειν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας˙ εἶναι τε πατρίδα τὸν κόσμον. καὶ κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ˙ μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι τῆς ἐπ' αὐτοῖς δόξης αἰρομένης, ἣ σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. οὕτος ἐκινδύνευσέ ποτε εἰς Ἄρειον πάγον ἀχθῆναι, εἰ μὴ Δημήτριος ὁ Φαληρεὺς αὐτὸν ἐρρύσατο˙ οἱ δὲ φασι καὶ κώνειον αὐτὸν πιεῖν καταδικασθέντα.