IV A 14

IV A 14 PLAT. Phaed. 59 C:
ΕΧ. - τί δέ; Ἀρίστιππος καὶ Κλεόμβροτος παρεγένοντο; ΦΑΙΔ.- Οὐ δῆτα˙ ἐν Αἰγίνῃ γὰρ ἐλέγοντο εἶναι.
DEMETR. de elocut. 287-288:
ἀληθινὸν δὲ σκῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγόμενον, εὐπρεπείας καὶ ἀσφαλείας. εὐπρεπείας μέν, οἶον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοαγοῦντας δεδεμένου Σωκράτους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαλύσαντας τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν (λοιδορία γὰρ ἧν ὁ λόγος,) εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον˙ ἐρωτηδεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηδείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἧσαν˙ πάντα γὰρ τὰ προειρημένα ἐμφαίνεται τῷ ἐν Αἰγίνῃ ἧσαν˙ καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν.
GREGOR. CORINTH. ad Hermog. de meth. gravitatis 8:
ὁμοίως καὶ Πλάτων Ἀρίστιππον καὶ Κλεόμβροτον λοιδορῆσαι θελήσας ὀψοφαγοῦντας ἐν Αἰγίνῃ δεδεμένου τοῦ Σωκράτους Ἀθήνησιν ἐπὶ πολλαῖς ἡμέραις, καὶ μὴ διαλύσαντας τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐ πολὺ ἀπέχοντας˙ ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν, ἐν σχήματι δὲ τῷ κατ' ἐπίκρυψιν˙ ἐρωτηδεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτει, καὶ καταλέξας ἕκαστα, αὖθις ἐρωτηδεὶς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ φησίν, ἐν Αἰγίνῃ γὰρ ἧσαν˙ καὶ οὕτως ἐν τούτῳ πάντα τὰ κατηγορημένα καὶ τὸ λύσαντας οὐδαμῶς τὸν ἑταῖρον καὶ ὀψοφαγοῦντας ἐνέφηνε, καὶ πολὺ δεινότερος ὁ λόγος ἔδοξε τοῦ πράγματος, αὐτὸ τὸ δεινὸν ἐμφαίνοντος οὐ μὴν τοῦ λέγοντος. cf. SOCRATIC EPIST. XIV 8-9 [ = I H 1].