I H 14

ISIDOR. PELUS. epist. IV 54:
ὅπου γὰρ οἱ φιλοσοφίας ὀνόματι βρενθυόμενοι οὐκ ὤκνησαν διαπρύσιον καθ'ἑαυτῶν κινῆσαι πόλεμον, σχολῇ γ'ἂν τοῖς ῥήτορσι καὶ τοῖς ποιηταῖς ἐμέλεσεν εἰρήνης, οἵ γε καὶ πρὸς τοὺς ἐγκράτειαν καὶ δικαιοσύνην καὶ σωφροσύνην ἐγκρίνοντας Σωκρατικοὺς διεφέροντο, οὕς Πλάτων ἐκκωμῳδήσας ἐν διαλόγοις ἀνεκωμῳδήθη παρὰ τῶν Κυνικῶν, ὧν εἰς ἦν καὶ Λουκιανός κτλ.