II C 14

II C 14 ARISTOCLES Περὶ φιλοσοφίας fr. 7 F.Ph.G. III p. 219 [ = fr. 2 Heiland ap. EUSEB. praep. evang. XV 2,4 p. 791 C-D]:
καταγέλαστα δ' εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ Ἀπομνημονεύματα Ἀλεξίνου τοῦ Ἐριστικοῦ. ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον Φιλίππῳ τῷ πατρὶ καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον [6] δὲ Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα. ibid. XV 2,11 p. 792 D: φανερὸν οὖν ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις, οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι.