[33] ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπ' αὐτοῦ ὑπ' Ἀρίστωνος (SVF I. 77, fg. 343)˙

πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.

καὶ ὁ Τίμων ἐπ' αὐτοῦ φησιν οὕτως (Diels 31)˙

τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον
θεύσεται Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.

καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα (Diels 32)˙

νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.

Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θ' ἱκανῶς καὶ παρρησιαστής˙

[33] ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπ' αὐτοῦ ὑπ' Ἀρίστωνος˙

πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.

καὶ ὁ Τίμων ἐπ' αὐτοῦ φησιν οὕτως˙

τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον
θεύσεται εἰς Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.

καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα˙

νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.

Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θ' ἱκανῶς καὶ παρρησιαστής˙

[33] Ἀλλὰ καὶ [2815] τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων. Ὅθεν καὶ ἐλέγετο ἐπ' αὐτοῦ ὑπ' Ἀρίστωνος˙

Πρόσθε Πλάτων, ὄπιθεν [δὲ] Πύρρων, μέσσος Διόδωρος.

Καὶ ὁ Τίμων ἐπ' αὐτοῦ φησιν οὕτως˙

[28110] Τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλυβδον
θεύσεται εἰς Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.

Καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα

[2821] Νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον.

Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θ' ἱκανῶς καὶ παρρησιαστής˙