V B 14

V B 14 PLUTARCH. de tranq. an. 6 p. 647:
τοῦτ' οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας˙ "οὐδ' οὕτως" ἔφη "κακῶς˙" ἔξεστι γὰρ μεθιστάναι τὴν [4] τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης˙ "οὐδ' οὕτως κακῶς˙" [5] ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν.
PLUTARCH. de cap. ex inim. util. 2 p. 87 A:
ἔνιοι δὲ καὶ πατρίδος στέρησιν καὶ χρημάτων ἀποβολὴν ἐφόδιον σχολῆς ἐποιήσαντο καὶ φιλοσοφίας, ὡς Διογένης καὶ Κράτης.