IV H 15

IV H 15 EPIPHAN. adv. haeres. III 2, 9 (III 24) [Dox. gr. 591, 25-30]:
Θεόδωρος ὁ ἄθεος ἐπικληθεὶς ἔφη λῆρον εἶναι τοὺς περὶ τοῦ θεοῦ λόγους. ᾤετο γὰρ μὴ εἶναι θεῖον καὶ τούτου ἕνεκεν προὐτρέπετο πάντας κλέπτειν ἐπιορκεῖν ἁρπάζειν καὶ μὴ ὑπεραποθνῃ/σκειν πατρίδος. ἔλεγε γὰρ μίαν πατρίδα εἶναι τὸν κόσμον καὶ ἀγαθὸν μόνον ἔλεγε τὸν εὐδαιμονοῦντα, φεύγειν δὲ τὸν δυστυχοῦντα, κἂν ᾖ σοφός, καὶ αἱρετὸν εἶναι τὸν ἄφρονα πλούσιον ὄντα καὶ ἀπεχθῆ.