[17] Ἀναφέρεται δ' εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα ταυτί. ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, "ὅταν," ἔφη, "λέγωσιν ἀλήθειαν, μὴ πιστεύεσθαι." ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, "οὐ τὸν τρόπον," εἶπεν "ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα." συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος [ἀέρος] λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. πολλάκις δὲ καὶ ἀποτεινόμενος τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους˙ ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις δὲ μή. [17] Ἀναφέρεται δ' εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα ταυτί. ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, "ὅταν," ἔφη, "λέγωσιν ἀληθῆ, μὴ πιστεύεσθαι." ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, "οὐ τὸν τρόπον," εἶπεν "ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα." συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος [ἀέρος] λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. πολλάκις δὲ καὶ ἀποτεινόμενος τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους˙ ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις δὲ μή. [17] Ἀναφέρεται δ' εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα [3165] ταυτί. Ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, " Ὅταν," ἔφη, "λέγωσιν ἀλήθειαν, μὴ πιστεύεσθαι." Ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, "Οὐ τὸν τρόπον," εἶπεν "ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα." Συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ [31610] τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος ἀέρος λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. Πολλάκις δὲ καὶ ἀποτεινόμενος 〈πρὸς〉 τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους˙ ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις [31615] δὲ μή.