IV A 15

IV A 15 DIOG. LAERT. III 36:
εἶχε δὲ φιλέχθρως ὁ Πλάτων καὶ πρὸς Ἀρίστιππον. ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν [cf. supra IV A 14] ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλ' ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. ὃν ἐλθόντα δι' ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ' Ἀριστίππου συσταθῆναι. τούς τε λόγους οὓς Κρίτωνι περιτέθηκεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς [fr. 2 F.H.G. II p. 490 = 338 F 17a F.Gr.Hist. III b p. 194 = F 27 Angeli] εἶναι Αἰσχίνου˙ τὸν δ' ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν. cf. infra IV A 22 sqq.
DIOG. LAERT. II 65:
οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν. [= EUDOC. violar. 175 p. 123, 5-7].
DIOG. LAERT. II 60:
τοῦτον [scil. Aeschinem] ἔφη Ἰδομενεὺς τοῦτον [fr. 2 F.H.G. II p. 490 = 338 F 17b F.Gr.Hist. III b p. 194 = F 26 Angeli] ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα˙ Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους.