[33] Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. εἰσελθών ποτε ἡμιξύρητος εἰς νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε˙ μετὰ δὲ ἐγγράψας τὰ ὀνόματα εἰς λεύκωμα τῶν πληξάντων περιῄει ἐξημμένος ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. πρὸς τὸν εἰπόντα, "Πύθια νικῶ ἄνδρας," "ἐγὼ μὲν οὖν," εἶπεν, "ἄνδρας, σὺ δ' ἀνδράποδα." [33] Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. εἰσελθών ποτε ἡμιξύρητος εἰς νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε˙ μετὰ δὲ ἐγγράψας τὰ ὀνόματα εἰς λεύκωμα τῶν πληξάντων περιῄει ἐξημμένος ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. πρὸς τὸν εἰπόντα, "Πύθια νικῶ ἄνδρας," "ἐγὼ μὲν οὖν," εἶπεν, "ἄνδρας, σὺ δ' ἀνδράποδα." [33] Ἀναπήρους ἔλεγεν οὐ τοὺς κωφοὺς καὶ τυφλούς, ἀλλὰ τοὺς μὴ ἔχοντας πήραν. Εἰσελθών ποτε ἡμιξύρητος εἰς [3955] νέων συμπόσιον, καθά φησι Μητροκλῆς ἐν ταῖς Χρείαις, πληγὰς ἔλαβε˙ μετὰ δὲ ἐγγράψας εἰς λεύκωμα τὰ ὀνόματα τῶν πληξάντων περιῄει ἐξημμένος, ἕως αὐτοὺς ὕβρει περιέθηκε καταγινωσκομένους καὶ ἐπιπληττομένους. Ἔλεγεν ἑαυτὸν κύνα εἶναι τῶν ἐπαινουμένων, ἀλλὰ μηδένα [39510] τολμᾶν τῶν ἐπαινούντων συνεξιέναι ἐπὶ τὴν θήραν. Πρὸς τὸν εἰπόντα˙ "Πύθια νικῶ ἄνδρας," " Ἐγὼ μὲν οὖν," εἶπεν, "ἄνδρας, σὺ δ' ἀνδράποδα."