V A 16

V A 16 AELIAN. var. hist. II 11:
Σωκράτης ἰδὼν κατὰ τὴν ἀρχὴν τῶν τριάκοντα τοὺς ἐνδόξους ἀναιρουμένους καὶ τοὺς βαθύτατα πλουτοῦντας ὑπὸ τῶν τυράννων ἐπιβουλευομένους, Ἀντισθένει φασὶ περιτυχόντα εἰπεῖν˙ "μή τί σοι μεταμέλει ὅτι μέγα καὶ σεμνὸν οὐδὲν ἐγενόμεθα ἐν τῷ βίῳ καὶ τοιοῦτοι οἵους ἐν τῇ τραγῳδίᾳ τοὺς μονάρχους ὁρῶμεν, Ἀτρέας τε ἐκείνους καὶ Θυέστας καὶ Ἀγαμέμνονας καὶ Αἰγίσθους; οὗτοι μὲν γὰρ ἀποσφαττόμενοι καὶ ἐκτραγῳδούμενοι καὶ πονηρὰ δεῖπνα δειπνοῦντες [καὶ ἐσθίοντες] ἑκάστοτε ἐκκαλύπτονται˙ οὐδεὶς δὲ οὕτως ἐγένετο τολμηρὸς οὐδὲ ἀναίσχυντος τραγῳδίας ποιητής, ὥστε ἐσαγαγεῖν ἐς δρᾶμα ἀποσφαττόμενον χορόν."