II B 16

II B 16 ALEX. in Aristot. metaph. p. 570, 25-572, 39:
Μεγαρικοὺς λέγοι ἂν τοὺς περὶ Εὐκλείδην˙ οὗτος γὰρ εἰς τὰ Μέγαρα τὸ διδασκαλεῖον εἶχε. λέγει δὴ ὅτι οἱ Μεγαρικοὶ δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσιν. ἔλεγον γὰρ ὅτι ὁ οἰκοδόμος ὅταν οἰκοδομῇ τότε καὶ τὴν τοῦ οἰκοδομεῖν ἔχει δύναμιν καὶ δύναται οἰκοδομεῖν, ὅταν δὲ μὴ οἰκοδομῇ οὐ δύναται οὔτε μὴν ἔχει τὴν τοιαύτην δύναμιν, διὰ τὸ ταὐτὸν εἶναι τὴν δύναμιν τῇ ἐνεργείᾳ˙ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο θεὶς λέγει ὅτι τὰ συμβαίνοντα ἄτοπα τοῖς ταῦτα λέγουσιν οὐ χαλεπόν ἐστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ἀναιροῦσι τὴν κοινὴν πάντων ὑπόληψιν. πάντες γὰρ τῷ οἰκοδόμῳ διδόασιν ἐν τῷ δύνασθαι οἰκοδομεῖν˙ ἐξ ὧν δ' οὗτοι λέγουσι δῆλόν ἐστιν ὅτι ὅταν μὴ οἰκοδομῇ ὁ οἰκοδόμος οὐκ ἔσται οἰκοδόμος τοῦτο δὲ ἄλογον τὸ μὴ εἶναι τὸν οἰκοδόμον ὅταν μὴ οἰκοδομῇ οἰκοδόμον μηδὲ ἔχειν τὴν τοιαύτην δύναμιν. ταῦτα εἰπὼν καὶ μέλλων εὐθύνειν τὴν τοιαύτην ἀπόφασιν πρὸς τὴν ταύτης εὐθύνην προλαμβάνει τινὰ ἐναργῆ ἀξιώματα. [. . .] (571, 28) τοῦτο δὴ συμβαίνει καὶ ἐπὶ τοῖς ἀψύχοις. ὅταν γὰρ μὴ ἐνεργῇ τὸ μέλι ἢ τὸ ψυχρὸν ἢ τὸ θερμὸν περὶ τὰς αἰσθήσεις ἡμῶν, οὐκ ἔσται κατ' αὐτοὺς οὔτε τὸ μέλι γλυκὺ οὔτε τὸ ψυχρὸν ψυχρόν. ὥστε συμβαίνει λέγειν τὸν τοῦ Πρωταγόρου λόγον. ἐκεῖνος γὰρ ἔφασκε μὴ εἶναι μήτε γλυκὺ μήτε ἄλλο μηδέν, ἀλλ' οἷα ἂν αὐτὰ κρίνῃ ἡ αἴσθησις, τοιαῦτα καὶ ἔστιν. εἰ δὲ ἐκεῖνος ἐλήλεγκται πρότερον ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ δέδεικται ψευδόμενος, δῆλον ὅτι καὶ οὗτοι ψεύδονται, λέγοντες ὡς ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει τὴν τοιαύτην δύναμιν, ἐξ οὗ συμβαίνει τὸ τοῦ Πρωταγόρου. [. . . .] (572, 7) ἔτι εἰ τὸ ἐστερημένον δυνάμεως, οἷον τοῦ ὁρᾶν, ἀδύνατόν ἐστι βλέψαι, καὶ τὸ μὴ γινόμενον κατ' αὐτοὺς ἀδύνατόν ἐστι γενέσθαι. ἐπειδὴ γὰρ ὅταν μὴ ἐνεργῇ τι οὐκ ἔχει δύναμιν, τὸ δὲ μὴ ἔχον δύναμιν οὐ δύναται τοῦτο ποιῆσαι οὗ τὴν δύναμιν οὐκ ἔχει τὸ δὲ μὴ δυνάμενον ἀδύνατόν ἐστιν, ὃ δὲ ἀδύνατον γενέσθαι οὐ γενήσεταί ποτε, εἰ οὖν τοῦτο, εἴπερ τις ἵσταται καὶ μὴ ἐνεργεῖ περὶ τὸ καθῆσθαι, οὐκ ἔχει τὴν δύναμιν τοῦ καθίσαι, εἰ δὲ μὴ δύναται, ἀδύνατόν ἐστι καθίσαι. εἰ δ' ἀδύνατόν ἐστι τοῦτο γενέσθαι, ὁ λέγων ἢ εἶναι ἢ ἔσεσθαι, τουτέστιν ἢ κάθηται ἢ καθεδεῖται, ψεύσεται˙ τὸ γὰρ ἀδύνατον τοῦτο σημαίνει τὸ μὴ δυνατὸν γενέσθαι˙ ὥστε ἀεὶ τὸ ἑστηκὸς ἑστήξεται (οὐκ ἔχει γὰρ τὴν τοῦ καθίσαι δύναμιν), καὶ τὸ καθήμενον ἀεὶ καθεδεῖται˙ ἀναστῆναι γὰρ οὐ δύναται, ὃ δὲ μὴ δύναται ἀναστῆναι, οὐκ ἀναστήσεται˙ ἀεὶ δὲ ἄρα καθεδεῖται. οὐ μόνον δὲ ταῦτα συμβαίνει λέγειν αὐτοὺς τὰ ἄτοπα (ὁρῶμεν γὰρ ὅτι καὶ ὁ καθήμενος ἀνίσταται καὶ ὁ ἀνιστάμενος πάλιν κάθηται), ἀλλ' ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν˙ οὕτω γὰρ δεῖ τὸ ῥητὸν ὑπερβατῶς ἀναγινώσκειν. ὅτι δὲ γένεσιν ἀναιροῦσι δῆλον˙ πᾶσα γὰρ γένεσις ἐκ τοῦ δυνάμει πρόεισι˙ δύναμιν γὰρ ἔχον τόδε τι γενέσθαι τὸ καταμήνιον γίνεται˙ οὗτοι δὲ τὴν δύναμιν ἀναιροῦντες ἀναιροῦσι γένεσιν. εἰ δὲ γένεσιν, δῆλον ἐκ τούτου ὅτι καὶ κίνησιν˙ τὰ γὰρ κινούμενα δυνάμενα πρὸ τοῦ ἄρξασθαι κινεῖσθαι κινηθῆναι κινοῦνται. εἰ δὴ ταῦτα ἀδύνατα, φανερὸν ὅτι ἡ δύναμις ἑτέρα ἐστὶ τῆς ἐνεργείας˙ ἐκεῖνοι δὲ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸν ποιοῦσι. τὸ γὰρ λέγειν ὅτι ὅτε ἐνεργεῖ τὸ ἐνεργοῦν περί τι τότε καὶ δύναται, τὸ τοῦτο δὴ λέγειν τὸ ποιεῖν ἐστιν ἐνέργειαν καὶ δύναμιν ταὐτόν. διὸ τοῦτο λέγοντες οὐ μικρόν τι ἀναιρεῖν ζητοῦσιν, ἀλλὰ τὰ μέγιστα, γένεσιν καὶ κίνησιν. ὥστε δῆλόν ἐστιν ἐκ τούτων ὅτι ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δέ, οἷον δυνατὸν μέν ἐστιν ἐμὲ βαδίσαι, οὐ βαδίζω δέ, ἀλλ' οὖν βαδίσω διὰ τὸ ἐμὲ δύναμιν ἔχειν τούτου˙ δύναται γὰρ τὸ μὴ βαδίζον βαδίσαι καὶ τὸ βαδίζον μὴ βαδίσαι. ταῦτα εἰπὼν ὁρίζεται τί τὸ δυνατόν ἐστιν, λέγων δυνατόν ἐστιν ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια ἧς λέγεται δύναμιν ἔχειν, οὐδὲν ἔσται ἀδύνατον. εἰ γάρ τι δύναται καθίσαι καὶ ἐνδέχεται καθίσαι, τούτῳ εἰ ὑπάρξει τὸ καθῆσθαι, οὐδὲν ἀδύνατον συμβαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ κινεῖσθαι καὶ ἵστασθαι.