III A 16

III A 16 SOCRATIC. EPIST. XII (Simon Aristippo):
ἀκούω σε τωθάζειν ἡμᾶς τῆς σοφίας παρὰ Διονυσίῳ. ἐγὼ δὲ ὁμολογῶ εἶναι σκυτοτόμος καὶ ἐργάζεσθαι τοιαῦτα καὶ ὁμοίως, εἰ δέοι, σκύτη τέμνειν αὖ πάλιν εἰς νουθεσίαν ἀνθρώπων ἀφρόνων καὶ οὕτω μετὰ πολλῆς χλιδῆς οἰμένων ζῆν παρὰ τὴν Σωκράτους βουλήν. ἔσται δὲ ὁ σωφρονιστὴς τῶν ἀφρόνων ὑμῶν παιδιῶν Ἀντισθένης˙ γράφεις γὰρ αὐτῷ κωμῳδῶν ἡμῶν τὰς διατριβάς. ἀλλὰ τούτων μέν, ὦ θεία φρήν, ἅλις [καὶ] πεπαίχθω πρὸς σέ μοι. μέμνησο μέντοι λιμοῦ καὶ δίψης˙ ταῦτα γὰρ δύναται μέγα τοῖς σωφροσύνην διώκουσιν.