V B 16

V B 16 SCHOL. in Lucian. vit. auct. 7:
ὁ Κυνικὸς οὗτος Διογένης ἦν μὲν Σινωπεὺς ἀπὸ τοῦ Εὐξείνου πόντου, ἀργυραμοιβὸς δὲ ὢν καὶ διὰ τὴν μετὰ Κύρου στρατείαν, μεθ' οὗ καὶ Κλέαρχος συνεστράτευσε, δημευθεὶς ἐφυγαδεύθη καὶ καταλαβὼν Ἀθήνας Ἀντισθένει προσεταιρισθεὶς συνῆν τῷ ἀνδρὶ διὰ βίου. ἀποθανόντος δὲ Ἀντισθένους ἀπεχθῶς ἔχων τοῖς ἤθεσι τῶν λοιπῶν Ἀθηναίων εἰς Κόρινθον ἐχωρίζετο καὶ πρὸς τὸ Κράνιον ὀνομαζόμενον ἐνηυλίσθη ὕπαιθρος πίθον ἔχων εἰς οἴκησιν. [8] ἀναμερισάμενος δὲ τὰ εἰς τὴν δίαιταν Κορίνθῳ καὶ Ἀθήναις κατὰ τὸ πρόσφορον τῶν καιρῶν καὶ τὰς διατριβὰς ἐποιεῖτο, χειμῶνος μὲν Ἀθήναις ἐπιδημῶν ἀλέας χάριν, ἔαρος δὲ καὶ θέρους Κόρινθον κατοικῶν τῷ μὴ πνιγώδη τότε Κόρινθον εἶναι ἀλλ' ἀναψύχεσθαι πανταχόθεν [12] ἀφ' ἑκατέρας θαλάττης τοῖς ἀνέμοις καταπνεομένην. ἦν δὲ τὸ ἐπιτήδευμα παρρησιαστὴς καὶ πολλὰ τοὺς ἀσυνέτους ἐλέγχων καὶ παύειν [14] ἐπιχειρῶν αὐτοὺς τῆς ἀνοίας τε καὶ κορύζης. φέρονται δὲ αὐτοῦ παρὰ Δίωνι [15] τῷ Προυσαεῖ καὶ διάλογοι πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα, ὁπηνίκα πρὸς Πελοπόννησον διαβὰς Κορίνθου ἐπέβη Ἀλέξανδρος. παρὰ πάντα τοιγαροῦν τὸν ἑαυτοῦ βίον οὕτως ἀτημελῶς βιώσας καὶ πρόνοιαν ἑαυτοῦ ὅσα γε πρὸς τὸ σῶμα οὐδ' ἥντινα πεποιημένος ἀλλὰ πάντα τὰ ὑπ' ὀδόντα ἐδώδιμα οἰόμενος καὶ θηρίων βουλόμενος οὐδὲν ἄνθρωπον διαφέρειν τὸ πρὸς τὴν τροφὴν ἄσκευον σηπίᾳ περιτυχὼν ὠμῇ καὶ ᾠοῖς, ἅπερ οἱ τῇ Ἑκάτῃ ἐν ταῖς νουμηνίαις τὰ δεῖπνα ἐπὶ τῶν τριόδων ποιοῦντες ἐτίθεσαν, ταῦτα φαγὼν οὕτως, ὡς εὗρε, κατὰ τὸ κράτιστον ἀπεπτήσας οὕτως ἐξέθανεν.