V H 17

V H 17 IULIAN. orat. IX [= VI] 18 p. 201 B:
ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν εἶτα [εἰς] τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν <εἰς> τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας, ἄκλητος καὶ κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους [5] ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους καὶ τοὺς ἀκούοντας.