HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,18
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Socratics/I-G,18.rdf
I G 18
I G 18 CLEM. ALEX. protr. VI 71, 1-3:
καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους, παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν αὐτοῦ, εἴ που
[4] τῆς ἀληθείας ἐπιδράξαιντο. Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμος "θεὸν οὐδενὶ ἐοικέναι" φησίν˙
[6] "διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται." Ξενοφῶν δὲ ὁ Ἀθηναῖος διαρρήδην ἂν καὶ αὐτὸς περὶ τῆς ἀληθείας ἐγεγράφει τι μαρτυρῶν ὡς Σωκράτης, εἰ μὴ τὸ Σωκράτους ἐδεδίει φάρμακον˙ οὐδὲν δὲ ἧττον αἰνίττεται. cf. ID.
strom. V, XIV 108,4 [ = V A 181].