III F 18

III F 18 DIOG. LAERT. II 134-135:
ἦν δὲ καὶ δυσκατανόητος ὁ Μενέδημος καὶ ἐν τῷ συνθέσθαι δυσανταγώνιστος˙ ἐστρέφετό τε πρὸς πάντα καὶ εὑρεσιλόγει ἐριστικώτατός τε, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς [fr. 6 F.Gr.Hist. III B p. 485], ἦν. καὶ δὴ καὶ τόδε ἐρωτᾶν εἰώθει˙ "τὸ ἕτερον τοῦ ἑτέρου ἕτερόν ἐστι;" "ναί." "ἕτερον δέ ἐστι τὸ ὠφελεῖν τοῦ ἀγαθοῦ;" "ναί." "οὐκ ἄρα τὸ ὠφελεῖν ἀγαθόν ἐστιν." (135) ἀνῄρει δέ, [7] φασί, καὶ τὰ ἀποφατικὰ τῶν ἀξιωμάτων, καταφατικὰ τιθείς˙ καὶ τούτων τὰ ἁπλᾶ προσδεχόμενος, τὰ οὐχ ἁπλᾶ ἀνῄρει, λέγω δὲ συνημμένα καὶ συμπεπλεγμένα. φησὶ δ' Ἡρακλείδης [deest in F.H.G.; cf. Sotionis fr. 12 Wehrli] ἐν μὲν τοῖς δόγμασι Πλατωνικὸν εἶναι αὐτόν, διαπαίζειν δὲ τὰ διαλεκτικά˙ ὥστε Ἀλεξίνου [cf. II C 6] ποτὲ ἐρωτήσαντος εἰ πέπαυται τὸν πατέρα τύπτων, "ἀλλ' οὔτε ἔτυπτον," φάναι, "οὔτε πέπαυμαι." πάλιν τ' ἐκείνου λέγοντος ὡς ἐχρῆν εἰπόντα ναί ἢ οὔ λῦσαι τὴν ἀμφιβολίαν, "γελοῖον," εἶπε, "τοῖς ὑμετέροις νόμοις ἀκολουθεῖν, ἐξὸν ἐν πύλαις ἀντιβῆναι." de Chrysippi iudicio [fr. 271 S.V.F. II p. 90] ap. PLUTARCH. de Stoic. repugn. 10 p. 1036 D-1037 A, cf. II O 28.