VI A 20

VI A 20 HERMOG. de ideis II 12, 2 ed L. Spengel, Rh. G. II pp. 419, 25-420, 7:
μετὰ δὲ Ξενοφῶντα τάττοιτ' ἂν ὁ Αἰσχίνης ἡμῖν, λέγω δὲ τὸν Σωκρατικόν.
Περὶ Αἰσχίνου Σωκρατικοῦ.
οὗτος τοίνυν ἔστι μὲν ἀφελὴς καὶ αὐτὸς, εἴπερ τις ἕτερος, πλείονι δὲ τῷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται, ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ Ξενοφῶντος. ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθων τε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελείᾳ τῇ κατ' αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὖ τὸν Ξενοφῶντα ὑπερβέβληκεν ὁ Αἰσχίνης τῇ λεπτότητι. διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν, ἐπιμελής τε ὡς ἐν ἀφελείᾳ σφόδρα, καὶ μᾶλλόν γε ἢ Ξενοφῶν. ibid. II 3 p. 356, 18-25: σχήματα δὲ ἀφελῆ καὶ κῶλα ταὐτά, ἅπερ ἦν καὶ καθαρά, συνθῆκαί τε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον "ἀκούσατέ μου ἀπολογουμένου δικαίως", καὶ οἷαί εἰσιν αἱ πλεῖσται παρά τε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ, καὶ μέντοι καὶ τῷ Νικοστράτῳ. Ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ. ἡ γὰρ ποιὰ συνθήκη κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ.