III F 20

III F 20 ARISTOT. phys. Α 2. 185 b 25-32:
ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά. [3] διὸ οἱ μὲν τὸ ἐστὶν ἀφεῖλον, ὥσπερ Λυκόφρων [83, 2 D.-K.], οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδίζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μή ποτε τὸ ἐστὶ προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος.
PHILOPON. in Aristot. phys. p. 49, 18-21:
οἱ δὲ τὴν λέξιν μετερρύθμιζον˙ ὡς Μενέδημος ὁ Ἑρετριεύς. καὶ ὁ μὲν Αριστοτέλης ἀνωνύμως εἶπε, [9] τινὲς δὲ ὑπενόησαν εἰς τὸν Πλάτωνα αὐτὸν αἰνίττεσθαι, παντελῶς ἄπειρον ὄντες καὶ αὐτῆς τῆς Πλατωνικῆς λέξεως.