V H 20

V H 20 MUSON. 15 p. 70, 11-17, 5 Hense [= STOB. IV 22a, 20]:
ἄλλου δέ τινος φήσαντος, ὅτι ἐμπόδιον αὐτῷ δοκοίη εἶναι τῷ φιλοσοφεῖν γάμος καὶ ὁ σὺν γυναικὶ βίος, Πυθαγόρᾳ μέν, εἶπεν ὁ Μουσώνιος, οὐκ ἐμπόδιον ἦν, οὐδὲ Σωκράτει, οὐδὲ Κράτητι, ὧν ἕκαστος συνῴκησε γυναικί˙ καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν ἄμεινον ἐκείνων ἑτέρους φιλοσοφήσαντας. καίτοι γε Κράτης ἄοικός τε καὶ ἀσκευὴς καὶ ἀκτήμων τέλεον ἦν, ἀλλ' ὅμως ἔγημεν˙ εἶτα μηδ' ὑπόδυσιν ἔχων ἰδίαν ἐν ταῖς δημοσίαις Ἀθήνησι στοαῖς διημέρευε καὶ διενυκτέρευε μετὰ τῆς γυναικός.
[9]EPICTET. dissert. III 22, 76:
ἀλλὰ Κράτης ἔγημεν. - περίστασίν μοι λέγεις [10] ἐξ ἔρωτος γενομένην καὶ γυναῖκα τιθεῖς ἄλλον Κράτητα.