[33] Εὐριπίδου δ' ἐν τῇ αὐτοῦ εἰπόντος περὶ ἀρετῆς (Electra 379),

κράτιστον εἰκῆ ταῦτ' ἐᾶν ἀφειμένα,

ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δ' οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γήμαι ἢ μή, ἔφη, "ὃ ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ." ἔλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν ὅπως ὁμοιότατος ἔσται, αὑτῶν δ' ἀμελεῖν, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. ἠξίου δὲ καὶ τοὺς νέους συνεχὲς κατοπτρίζεσθαι, ἵν' εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο˙ εἰ δ' αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.

[33] Εὐριπίδου δ' ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς,

[33] Εὐριπίδου δ' ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς

κράτιστον εἰκῆ ταῦτ' ἐᾶν ἀφειμένα,

[11410] ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δ' οὕτως ἐᾶν ἀπολωλέναι. Ἐρωτηθεὶς πότερον γήμαι ἢ μή, ἔφη, " Ὃ ἂν [1151] αὐτῶν ποιήσῃς, μεταγνώσῃ." Ἔλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνους εἰκόνας κατασκευαζομένων 〈τὸ〉 τοῦ μὲν λίθου προνοεῖν, ὡς ὁμοιότατος ἔσται, αὑτῶν δ' ἀμελεῖν, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. Ἠξίου δὲ καὶ τοὺς [1155] νέους συνεχὲς κατοπτρίζεσθαι, ἵν' εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο˙ εἰ δ' αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.