I A 22

SCHOL. in Aristoph. nub. 96:
οἳ δ' ὅτι ὁλόκληρον εἰς αὐτὸν [scil. Socratem] συνέταξε [scil. Aristophanes] δρᾶμα, ὃ δι' ἔχθραν νομίζουσιν αὐτὸν πεποιηκέναι, οὐκ ὀρθῶς οἴονται. πρῶτον μὲν γὰρ Δίφιλος [fr. 2 P.L.G. II p. 504] εἰς Βοίδαν τὸν φιλόσοφον ὁλόκληρον συνέταξα ποίημα, δι' οὗ καὶ εἰς δουλείαν ἐρυπαίνετο ὁ φιλόσοφος. οὐ διὰ τοῦτο δὲ ἐχθρὸς ἦν. ἔπειτα Εὔπολις, εἰ καὶ δι' ὀλίγων ἐμνήσθη Σωκράτους, μᾶλλον ἢ Ἀριστοφάνης ἐν ὅλαις ταῖς Νεφέλαις αὐτοῦ καθήψατο. οὐδὲν δὲ χεῖρον ὑπομνησθῆναι τῶν Εὐπόλιδος... [fr. 361 = I A 14].