IV A 22

IV A 22 DIOG. LAERT. II 61:
φασὶ δ' αὐτὸν [scil. Aeschinem] δι' ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ' Ἀριστίππου συσταθῆναι˙ δόντα δέ τινας τῶν διαλόγων δῶρα λαβεῖν. [ = [HESYCH. MILES.] de vir. illustr. 3] cfr. supra IV A 15.
SUID. s.v.
σύστασις, καὶ Συσταθῆναι˙ ὁμοδίαιτον καὶ φίλον γενέσθαι. ἐλθόντα δι' ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ [7] δ' Ἀριστίππου συσταθῆναι.
SOCRATIC. EPIST. XXIII
(Αἰσχίνης Φαίδωνι): ὁπότε ἐγένομην ἐν Συρακούσαις εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον˙ ὁ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει παρὰ Διονύσιον καὶ φησιν˙ Ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειε, ἆρ' οὗτος οὐχὶ κακά σε ἐργάζεται; εὐθέως ὡμολόγει ὁ Διονύσιος. Τί οὖν, ἔφη ὁ Ἀρίστιππος, σὺ τοῦτον ἂν ἐργάσαιο; Τὰ κάκιστά γε, ἔφη. Τί δ', εἴ τις, ἔφη, ἀφίκοιτό σε φρόνιμον ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε ἐργάζοιτο; πάλιν οὖν ὁμολογήσαντος τοῦ Διονυσίου. Καὶ μὴν, ἔφη, οὗτος Αἰσχίνης τῶν Σωκράτους γνορίμων ἥκει φρόνιμόν σε ποιῆσαι ὥστε καὶ ἀγαθά σε ἐργάζοιτο ἄν˙ εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποίει. (2) Κἀγὼ ὑπολαβὼν ἔφε˙ Ὦ Διονύσιε, ἐταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος οὗτω συλλαμβάνων μοι˙ ἡμῖν δὲ οὐ τοσαύτη ἐστὶ σοφία, ἀλλ' ὁπόση μὴ ἀδικῆσαί τινας ἐν τῇ συνουσίᾳ. Ἀγάμενος δὲ τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν τῶν εἰρημένων καὶ ἐμὲ εὖ ποιήσειν, ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς Ἀρίστιππον λόγῳ. Οὖτος οὖν [23] ἤκουσεν ἡμῶν τοῦ Ἀλκιβιάδου καὶ ἡσθεὶς ὡς ἐφαίνετο παρεκάλει καὶ εἴ τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγιγνώσκοντος δέ μου παρῆν Πλάτων - ὀλίγου δέω ἔλαθον γράψαι ὑμῖν - καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ τὸν Ἀρίστιππον. (3) ἔφε γάρ μοι ὡς τοῦ Διονυσίου ἀπηλλάγη˙ Ὦ Αἰσχίνη, τούτου παρόντος τοῦ ἀνθρώπου - ἔλεγε τὸν Ἀρίστιππον - οὐδὲν οὐδαμῆ ἔγωγε ῥᾳδίως ἐθέλω λαλεῖν. Διονύσιος μέντοι μαρτυρήσει μοι, ἅτινα ἐγὼ εἶπον περὶ [31] σοῦ. Καὶ ὁ Διονύσιος τῇ ὑστεραίᾳ ἐν τῷ κήπῳ πόλλ' ἄττα ἐμαρτύρει τῷ Πλάτωνι ὡς εἰρηκότι περὶ ἐμοῦ. τῆς μέντοι παιδιᾶς τῆς προς ἀλλήλους - παιδιὰν γὰρ αὐτὸ χρὴ λέγειν - παρεκάλουν αὐτοὺς παύσασθαι τόν τε Ἀρίστιππον καὶ τὸν Πλάτωνα διὰ τὴν πρὸς τοὺς πολλοὺς δόξαν. οὐ γὰρ καταγελαστότερα ἔτι ἔχοιμεν ἄν, ἄλλ' ἄττα πράττοντες [ἢ] [36] τοιαῦτα ἐπιδεικνύμενοι.