I A 23

SCHOL. in Aristoph. ran. 1491:
ὅτι νῦν τὴν πρὸς Σωκράτην ἑταιρίαν δηλοῖ. Παναίτιος [fr. 134 van Straaten] δὲ ὅλα ταῦτα περὶ ἑτέρου Σωκράτους φησὶ λέγεσθαι, τῶν περὶ σκηνὰς φλυάρων, ὡς Εὐριπίδης. Ἄλλως. τὸν Σωκράτη ἐνταῦθα κατηγορεῖ. ζῶν γὰρ οὗτος ὡς πολυλόγος κατηγορεῖτο, ὅτι πολλοὺς λόγους ἐν τοῖς ἐργαστηρίοις καὶ τραπέζαις διεξήρχετο περὶ φιλοσοφίας. λέγει οὖν ὅτι καλόν ἐστι, μὴ μετ' αὐτοῦ τινα διάγειν, ἀφέντα τοὺς ποιητὰς τοιούτους ὄντας ὡς καὶ μετὰ θάνατον ἀναβιοῦν αὖθις δύνασθαι˙ οὗ νῦν Αἰσχύλος ἔτυχε.