V H 23

V H 23 TATIAN. orat. ad Graec. 3, 3:
τίς γὰρ ἂν ἐπιμαρτυρήσαι τῇ Κράτητος κυνογαμίᾳ καὶ οὐ μᾶλλον παραιτησάμενος τὴν ἔντυφον τῶν ὁμοίων αὐτῷ γλωσσομανίαν, ἐπὶ τὸ ζητεῖν τὸ κατ' ἀλήθειαν σπουδαῖον τρέψεται;
THEODORET. graec. affect. cur. XII 49:
ἀλλὰ τοῦ πάθους ἐπαναστάντος, Ἱππαρχίαν τὴν Μαρωνῖτιν δημοσίᾳ ἔγημε καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν, ἐρρῶσθαι πολλὰ φράσας τῇ ὑψηγορίᾳ τῶν λόγων.
CLEM. ALEX. strom. IV, XIX 121, 6:
μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφ' ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν.