V B 24

V B 24 DIOG. LAERT. VI 18:
ἐτελεύτησε [scil. Antisthenes] δὲ ἀρρωστίᾳ˙ ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, "μήτι χρεία φίλου;" καί ποτε παρ' αὐτὸν ξιφίδιον ἔχων εἰσῆλθε. τοῦ δ' εἰπόντος, "τίς ἂν ἀπολύσειέ με τῶν πόνων;" δείξας τὸ ξιφίδιον, ἔφη "τοῦτο˙" καὶ ὅς, "τῶν πόνων," εἶπον, "οὐ τοῦ ζῆν." cf.
EPICTET. dissert. III 22, 62-63:
πυθομένου δὲ τοῦ νεανίσκου, εἰ νοσήσας ἀξιοῦντος φίλου πρὸς αὐτὸν ἐλθεῖν ὥστε νοσοκομηθῆναι ὑπακούσει, Ποῦ δὲ φίλον μοι δώσεις Κυνικοῦ; ἔφη. (63) δεῖ γὰρ αὐτὸν ἄλλον εἶναι τοιοῦτον, ἵν' ἄξιος ᾖ φίλος αὐτοῦ ἀριθμεῖσθαι. κοινωνὸν αὐτὸν εἶναι δεῖ τοῦ σκήπτρου καὶ τῆς βασιλείας καὶ διάκονον ἄξιον, εἰ μέλλει φιλίας ἀξιωθήσεσθαι, ὡς Διογένης Ἀντισθένους ἐγένετο, ὡς Κράτης Διογένους.