IV A 24

IV A 24 DIOG. LAERT. II 82-83:
ὀργισθεὶς [scil. Aristippus] πρὸς Αἰσχίνην μετ' οὐ πολύ, "οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα," εἶπε, "ληροῦντες, ἀλλ' ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις;" καὶ ὅς, "ἄσμενος," ἔφη˙ "μνημόνευε τοίνυν," εἶπεν ὁ Ἀρίστιππος, "ὅτι σοι πρότερος πρεσβύτης ὢν προσῆλθον." καὶ ὁ Αἰσχίνης, "εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις˙ ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις."
PLUTARCH. de cohib. ira 14 p. 462 D.:
ὁ δ' Ἀρίστιππος ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος "ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία;" "καθεύδει" φησίν "ἐγὼ δ' αὐτὴν ἐγερῶ," καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν "οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν;" ὁ δ' Αἰσχίνης "οὐδέν" ἔφη "θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες."
STOB. IV 27, 19:
Ἀριστίππου˙ Ἀρίστιππος ἔφησε πρὸς τὸν ἀδελφόν˙ "μέμνησο, ὅτι τῆς μὲν διαστάσεως σὺ ἤρξω, τῆς δὲ διαλύσεως ἐγώ." [= ARSEN. p. 114, 8-9].