III F 24

III F 24 ARISTEAS ad Philocr. 200-202:
ἐπιφωνησάντων δὲ πάντων [2] καὶ κρότῳ σημηναμένων, πρὸς τοὺς φιλοσόφους εἶπεν ὁ βασιλεὺς - οὐκ ὀλίγοι γὰρ παρῆσαν τούτοις -. Οἴομαι διαφέρειν τοὺς ἄνδρας ἀρετῇ καὶ συνιέναι πλεῖον, οἵτινες ἐκ τοῦ καιροῦ τοιαύτας ἐρωτήσεις λαμβάνοντες, ὡς δέον ἐστὶν ἀποκέκρινται, πάντες ἀπὸ θεοῦ τοῦ λόγου τὴν καταρχὴν ποιούμενοι. [201] Μενέδημος δὲ ὁ Ἐρετριεὺς φιλόσοφος εἶπε˙ Ναὶ, βασιλεῦ˙ προνοίᾳ γὰρ τῶν ὅλων διοικουμένων, καὶ ὑπειληφότων ὀρθῶς τοῦτο, ὅτι θεόκτιστόν ἐστιν ἄνθρωπος, ἀκολουθεῖ πᾶσαν δυναστείαν καὶ λόγου καλλονὴν ἀπὸ θεοῦ κατάρχεσθαι. [202] τοῦ δὲ βασιλέως ἐπινεύσαντος τὰ περὶ τούτων ἔληξεν, ἐτράπησαν δὲ πρὸς εὐφροσύνην.
IOSEPH. FLAV. antiq. iud. XII 2, 13:
θαυμάζοντος δ' αὐτοὺς οὐ μόνον τοῦ βασιλέως, ἀλλὰ καὶ Μενεδήμου τοῦ φιλοσόφου προνοίᾳ διοικεῖσθαι πάντα φήσαντος καὶ διὰ τοῦτ' εἰκὸς καὶ τοῦ λόγου δύναμιν καὶ κάλλος εὑρῆσθαι, παύονται μὲν περὶ τούτων ἐπιζετοῦντες.
TERTULL. apolog. 18, 7:
sed ne notitia vacaret hoc quoque a Iudaeis Ptolemaeo subscriptum est, septuaginta et duobus interpretibus indultis, quos Menedemus quoque philosophus, providentiae vindex, de sententiae communione suspexit.