[34] διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ (Diels 33)˙

καὶ νόον αἱμυλίοις ἐπιπλήξεσιν ἐγκαταμιγνύς.

ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, "οὐ λήψεταί τις," ἔφη, "τοῦτον ἀστραγάλῳ;" πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ σοφὸς ἐρασθήσεσθαι, ἔφη, "πότερον οὐδ' ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδ' ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ;" ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη (N 2, Adesp. 282)˙

[34] διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ˙

καὶ * νόον αἱμυλίοις ἐπιπλήξεσιν ἐγκαταμιγνύς.

ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, "οὐ λήψεταί τις," ἔφη, "τοῦτον ἀστραγάλῳ;" πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ 〈ὁ〉 σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδ' ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδ' ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη˙

[34] διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ [2825] αὐτοῦ˙

Καὶ νέων κηλήσεις ἐπιπλήξεσιν ἐγκαταμιγνύς.

Ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, "Οὐ λήψεταί τις," ἔφη, "τοῦτον ἀστραγαλωτῇ;" Πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι [28210] οὐ δοκεῖ ἕτερον ἑτέρου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου, εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ σοφὸς ἐρασθήσεσθαι, ἔφη, "Πότερον οὐδ' ἐὰν οὕτω [28215] καλὸς ᾖ τις ὥσπερ σύ, οὐδ' ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ;" Ἐπεὶ δὲ καὶ 〈τις〉 παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη˙