VI A 25

VI A 25 SUID. s.v. Αἰσχίνης:
Αἰσχίνης Χαρίνου, ἀλλαντοποιοῦ, φιλόσοφος Σωκρατικός˙ τινὲς δὲ Λυσανίου παῖδά φασιν. Ἀθηναῖον Σφήττιον. διάλογοι δὲ αὐτοῦ Μιλτιάδης, Καλλίας, Ῥίνων, Ἀσπασία, Ἀξίοχος, Τηλαύγης, Ἀλκιβιάδης, καὶ οἱ καλούμενοι Ἀκέφαλοι, Φαίδων, Πολύαινος, Δράκων, Ἐρυξίας, Περὶ ἀρετῆς, Ἐρασίστρατος, σκυθικοί. ibid.: Αἰσχίνης ὁ τοῦ Λυσανίου˙ οὗτος παρὰ Διονύσιον εἰς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο.