IV A 25

IV A 25 SUID. s.v. Αἰσχίνης:
Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυροὺς ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν.
PHILOSTRAT. vit. Apoll. I 35, 1:
ὁ δὲ Ἀπολλώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου "παραδειγμάτων δὲ, εἶπεν, ὦ Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν ὁ τοῦ Λυσανίου παρὰ Διονύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ὁ ἐκ Κυζίκου καὶ Φύτων, ὅτ' ἔφευγεν, ὁ Ῥηγῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν."