[34] Πρὸς τοὺς εἰπόντας, "γέρων εἶ καὶ λοιπὸν ἄνες," "τί δέ," ἔφη, "εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι;" κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι˙ μηδὲ γὰρ πρώην αὐτῷ χάριν ἐγνωκέναι. γυμνοῖς ποσὶ χίονα ἐπάτει καὶ τὰ ἄλλα ὅσα ἄνω προείρηται˙ καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλ' οὐ διῴκησεν. κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. τοῦ δ' ὑποχωροῦντος, "τοσούτῳ μᾶλλον," ἔφη, "ἔσῃ ἐν τῷ πανδοκείῳ." ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, "οὗτος ὑμῖν," ἔφη, "ἐστὶν ὁ Ἀθηναίων δημαγωγός." [34] Πρὸς τοὺς εἰπόντας, "γέρων εἶ καὶ λοιπὸν ἄνες," "τί δέ," ἔφη, "εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι καὶ μὴ μᾶλλον ἐπιτεῖναι;" κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι˙ μηδὲ γὰρ πρώην αὐτῷ χάριν ἐγνωκέναι. γυμνοῖς ποσὶ χίονα ἐπάτει καὶ τὰ ἄλλα ὅσα ἄνω προείρηται˙ καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλ' οὐ διῴκησεν. κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα. τοῦ δ' ὑποχωροῦντος, "τοσούτῳ μᾶλλον," ἔφη, "ἔσῃ ἐν τῷ πανδοκείῳ." ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας, "οὗτος ὑμῖν," ἔφη, "ἐστὶν ὁ Ἀθηναίων δημαγωγός." [34] Πρὸς τοὺς εἰπόντας˙ "Γέρων εἶ καὶ λοιπὸν ἄνες," "Τί δέ," ἔφη, "εἰ δόλιχον ἔτρεχον, πρὸς τῷ τέλει ἔδει με ἀνεῖναι [39515] καὶ μὴ μᾶλλον ἐπιτεῖναι;" Κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη παρέσεσθαι˙ μηδὲ γὰρ πρώην αὐτῷ χάριν ἐγνωκέναι. Γυμνοῖς ποσὶ χίονα ἐπάτει καὶ τὰ ἄλλα ὅσα ἄνω προείρηται˙ καὶ ὠμὰ δὲ κρέα ἐπεχείρησε φαγεῖν, ἀλλ' οὐ διῴκησεν. [3961] Κατέλαβέ ποτε Δημοσθένην τὸν ῥήτορα ἐν πανδοκείῳ ἀριστῶντα˙ τοῦ δ' ὑποχωροῦντος, "Τοσούτῳ" ἔφη, "μᾶλλον ἔσῃ ἐν τῷ πανδοκείῳ." Ξένων δέ ποτε θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον [3965] ἐκτείνας, "Οὗτος ὑμῖν," ἔφη, "ἐστὶν ὁ Ἀθηναίων δημαγωγός."