I A 25

I A 25 MUSON. 10 p. 54, 10-55,2 [ = STOB. III 19,16]:
πρᾴως δὲ καὶ ἡσύχως οἴσει τὸ συμβάν, ἐπεὶ καὶ πρέπον τοῦτο τῷ βουλομένῳ εἶναι μεγαλόφρονι. Σωκράτης γοῦν οὕτω διακείμενος φανερὸς ἦν, ὃς δημοσίᾳ λοιδορηθεὶς ὑπ' Ἀριστοφάνους, οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ ἐντυχὼν [5] ἠξίου αὐτὸν εἰ καὶ πρὸς ἄλλο τι τοιοῦτον βούλοιτο χρῆσθαι αὐτῷ. ταχύ γ' ἂν ἐκεῖνος ἐν ὀλίγοις λοιδορούμενος ἐχαλέπηνεν, ὃς οὐδὲ ἐν θεάτρῳ [7] λοιδορηθεὶς ἠγανάκτει [3-5 = GNOM. PARIS. n. 281].