V A 26

V A 26 IULIAN. orat. IX [= VI] 8 p. 187 C:
ἡγεμόνα μὲν οὐ ῥᾴδιον [2] εὑρεῖν, ἐφ' ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό, εἰ καί τινες ὑπολαμβάνουσιν [3] Ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν "ὁ κυνισμὸς οὔτε ἀντισθενισμός ἐστιν οὔτε διογενισμός." λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις.