IV H 26

IV H 26 STOB. IV 52, 16:
ἐκ τῶν Φαβωρίνου Περὶ Γήρως [fr. 17 Barigazzi]˙ Θεόδωρος μὲν γὰρ ὁ Κυρηναῖος οὐδεμίαν ἱκανὴν πρόφασιν ἔφασκεν εἶναι τῷ σοφῷ πρὸς τὴν τοῦ βίου κατάλυσιν˙ καὶ τό τε ἀκόλουθον οὕτως ἠρώτα˙ τὸ γὰρ καταφρονοῦντα τῶν ἀνθρωπείων συμπτωμάτων ἀπωστὸν ὑπ' αὐτῶν ἐκ τοῦ βίου γίγνεσθαι πῶς οὐχ ὑπεναντίον τῷ μόνον μὲν τὸ καλὸν ἀγαθόν, μόνον δὲ αἰσχρὸν τὸ κακὸν εἰρηκότι;