V A 27

V A 27 DIOG. LAERT. VI 7:
ἔσκωπτέ τε [scil. Antisthenes] Πλάτωνα ὡς τετυφωμένον. πομπῆς γοῦν γενομένης ἵππον θεασάμενος φρυακτήν φησι πρὸς τὸν Πλάτωνα, "ἐδόκεις μοι καὶ σὺ ἵππος ἂν εἶναι λαμπρυντής˙" τοῦτο δὲ ἐπεὶ καὶ συνεχὲς ὁ Πλάτων ἵππον ἐπῄνει. καί ποτ' ἐλθὼν πρὸς αὐτὸν νοσοῦντα καὶ θεασάμενος λεκάνην ἔνθα ὁ Πλάτων ἐμημέκει ἔφη, "χολὴν μὲν ὁρῶ ἐνταῦθα, τῦφον δὲ οὐχ ὁρῶ." [ = ARSEN. p. 108, 5-11].