IV A 27

IV A 27 PLUTARCH. Dion 19, 3:
δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις, τοῦ μὲν διδόντος [scil. Dionysii], τοῦ δὲ μὴ δεχομένου [scil. Platonis], παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον˙ αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.